Address of His Beatitude Patriarch Theophilos III of Jerusalem to His All-Holiness Ecumenical Patriarch Bartholomew on His Visit to the Patriarchate of Jerusalem after the Doxology (23 May, 2014)

Address of His Beatitude Patriarch Theophilos III of Jerusalem to His All-Holiness Ecumenical Patriarch Bartholomew on His Visit to the Patriarchate of Jerusalem after the Doxology (23 May, 2014)


ΠΡΟΣΦΩΝΗΣΙΣ

ΤΟΥ  ΜΑΚΑΡΙΩΤΑΤΟΥ 

ΠΑΤΡΙΑΡΧΟΥ ΙΕΡΟΥΣΟΛΥΜΩΝ

κ.κ.  ΘΕΟΦΙΛΟΥ  Γ΄

Τῼ  ΠΑΝΑΓΙΩΤΑΤΩι ΟΙΚΟΥΜΕΝΙΚΩι ΠΑΤΡΙΑΡΧΗι

κ.κ. ΒΑΡΘΟΛΟΜΑΙΩι

ΕΠΙ  Τῌ ΕΠΙΣΚΕΨΕΙ ΑΥΤΟΥ

ΤΗι 10ῃ/23ῃ ΜΑΪΟΥ  2014

ΕΙΣ ΤΗΝ ΑΙΘΟΥΣΑΝ ΤΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ

ΜΕΤΑ ΤΗΝ ΔΟΞΟΛΟΓΙΑΝ

Ἀγαπητέ ἐν Χριστῷ ἀδελφέ καί συλλειτουργέ,  Ἀρχιεπίσκοπε Κωνσταντινουπόλεως καί Νέας Ρώμης, Παναγιώτατε Οἰκουμενικέ Πατριάρχα κ.κ. Βαρθολομαῖε.

Πρό τινος μόλις ἐν πίστει καί εὐλαβείᾳ, ἐν χαρᾷ καί ἀγαλλιάσει, ἐν κατανύξει καί συγκινήσει βαθείᾳ, προσεκυνήσαμεν καί προσηυχήθημεν εἰς τό μέσον τῆς Γῆς,  «ἐν ᾧ ὁ Θεός τήν σωτηρίαν ἡμῶν ἀπειργάσατο», ἐν τῷ Ἁγίῳ Τάφῳ καί τῷ Φρικτῷ Γολγοθᾷ καί ἐγεύθημεν καί πάλιν τούς ζωοποιούς καρπούς τοῦ σταυρικοῦ πάθους καί τῆς ἐκ νεκρῶν ἀναστάσεως τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ψάλλοντες καί ᾄδοντες ἐν τῇ καρδίᾳ ἡμῶν τῷ Κυρίῳ, τῷ διά τοῦ θανάτου Αὐτοῦ πατήσαντι τόν θάνατον, ἐκ νεκρῶν ἀναστάντι καί χαρισαμένῳ ζωήν τοῖς ἐν τοῖς μνήμασι.

Ἔμπλεοι ὄντες τῶν θείων τούτων δωρεῶν, ὑποδεχόμεθα νῦν ἐν χαρᾷ καί τιμῇ τῇ προσιδιαζούσῃ τῷ Οἰκουμενικῷ Πατριάρχῃ καί Ἐθνάρχῃ τοῦ Γένους Ἡμῶν, τήν Ὑμετέραν Παναγιότητα, καί εἰς τήν ἱστορικήν ταύτην αἴθουσαν τῆς ἕδρας τοῦ ἡμετέρου Πατριαρχείου, καί σεμνυνόμεθα ἐπ' Αὐτῇ διά τό ἐπιτελούμενον ὑπ' Αὐτῆς εἰρηνικόν καί συμφιλιωτικόν ἔργον τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας, τῆς διαφυλάξεως δηλονότι τῆς ἐν Χριστῷ εἰρήνης καί ἑνότητος τῶν Ὀρθοδόξων Ἐκκλησιῶν, ἵνα ἀποτελοῦν ἕν σῶμα, Σῶμα Χριστοῦ, ἀλλήλων μέλη, δι' εὐποιΐαν καί χριστιανικήν Ὀρθόδοξον μαρτυρίαν ἐν τῷ κόσμῳ πρός δόξαν Θεοῦ.

Ἐν τοιαύτῃ φιλαδέλφῳ διαθέσει ψυχῆς ἡ Ἐκκλησία Σιών τῆς Ἁγίας ἐπιφυλάσσεται, ὅπως μετ' εὐχαριστίας πολλῆς κατά τάς ἡμέρας ταύτας συνοδεύσῃ τήν Ὑμετέραν Γερασμιωτάτην Παναγιότητα καί τήν τιμίαν συνοδείαν Αὐτῆς, εἰς τάς εἰσόδους καί ἐξόδους Αὐτῆς εἰς τά Πανάγια Προσκυνήματα, εἰς τήν προσκύνησιν Αὐτῆς εἰς τήν Βασιλικήν τῆς Βηθλεέμ καί εἰς τό Θεοδέγμον Σπήλαιον, εἰς τό Συλλείτουργον εἰς τόν Πανίερον Ναόν τῆς Ἀναστάσεως καί εἰς τήν Συνάντησην Αὐτῆς μετά τῆς Αὐτοῦ Ἁγιότητος τοῦ Πάπα Ρώμης Φραγκίσκου, ἵνα καί διά ταύτης δοθῇ εἰς τόν κόσμον ἡ μαρτυρία συνδιαλλαγῆς, συγγνώμης, ἀγάπης, δικαιοσύνης καί εἰρήνης, εἰρήνης τήν ὁποίαν δίδωσι ὁ ἱδρυτής τῆς Ἐκκλησίας Κύριος ἡμῶν Ἰησοῦς Χριστός.

Ὡς «εὖ παρέστητε» καί πάλιν Παναγιώτατε,  «εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου», πολλά τά ἔτη Ὑμῶν!